Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.23 Joseph. AJ 9.26 (English) >>Joseph. AJ 9.30

9.25πυνθανόμενος δὲ καὶ τὰ περὶ τοῦτον βασιλεὺς τρίτον ἐξέπεμψεν. δὲ φρόνιμος ὢν καὶ λίαν ἐπιεικὴς τὸ ἦθος ἐλθὼν ἐπὶ τὸν τόπον, οὗ συνέβαινεν εἶναι τὸν Ἠλίαν, φιλοφρόνως προσεῖπεν αὐτόν· γινώσκειν δʼ ἔλεγεν, ὅτι μὴ βουλόμενος βασιλικῷ διακονῶν προστάγματι παρείη πρὸς αὐτόν, καὶ οἱ πρὸ αὐτοῦ πεμφθέντες οὐχ ἑκόντες ἀλλὰ κατὰ τὴν αὐτὴν αἰτίαν ἦλθον· ἐλεῆσαι τοιγαροῦν αὐτὸν ἠξίου τούς τε σὺν αὐτῷ παρόντας ὁπλίτας καὶ καταβάντα ἕπεσθαι πρὸς τὸν βασιλέα. 9.26ἀποδεξάμενος δὲ τὴν δεξιότητα τῶν λόγων καὶ τὸ ἀστεῖον τοῦ ἤθους Ἠλίας καταβὰς ἠκολούθησε. παραγενόμενος δὲ πρὸς τὸν βασιλέα προεφήτευσεν αὐτῷ καὶ τὸν θεὸν ἐδήλου λέγειν· “ἐπειδὴ κατέγνως μὲν αὐτοῦ ὡς οὐκ ὄντος θεοῦ καὶ περὶ τῆς νόσου οὐ τἀληθὲς προειπεῖν δυναμένου, πρὸς δὲ τὸν Ἀκκαρωνιτῶν ἔπεμπες παρʼ αὐτοῦ πυνθανόμενος ποδαπὸν ἔσται σοι τῆς νόσου τέλος, γίνωσκε ὅτι τεθνήξῃ.” 9.27

Καὶ μὲν ὀλίγου σφόδρα χρόνου διελθόντος καθὼς προεῖπεν Ἠλίας ἀπέθανε, διαδέχεται δʼ αὐτοῦ τὴν βασιλείαν ἀδελφὸς Ἰώραμος· ἄπαις γὰρ κατέστρεψε τὸν βίον. δὲ Ἰώραμος οὗτος τῷ πατρὶ Ἀχάβῳ τὴν πονηρίαν παραπλήσιος γενόμενος ἐβασίλευσεν ἔτη δώδεκα πάσῃ παρανομίᾳ χρησάμενος καὶ ἀσεβείᾳ πρὸς τὸν θεόν· παρεὶς γὰρ τοῦτον θρησκεύειν τοὺς ξενικοὺς ἐσέβετο·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.23 Joseph. AJ 9.26 (English) >>Joseph. AJ 9.30

Powered by PhiloLogic